Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.].
<<Hdt. 1.86.6 Hdt. 1.88.1 (English) >>Hdt. 1.89.2

1.87.3Κροῖσε, τίς σε ἀνθρώπων ἀνέγνωσε ἐπὶ γῆν τὴν ἐμὴν στρατευσάμενον πολέμιον ἀντὶ φίλου ἐμοὶ καταστῆναι;” δὲ εἶπε· “ βασιλεῦ, ἐγὼ ταῦτα ἔπρηξα τῇ σῇ μὲν εὐδαιμονίῃ, τῇ ἐμεωυτοῦ δὲ κακοδαιμονίῃ, αἴτιος δὲ τούτων ἐγένετο Ἑλλήνων θεὸς ἐπαείρας ἐμὲ στρατεύεσθαι. 1.87.4 οὐδεὶς γὰρ οὕτω ἀνόητός ἐστι ὅστις πόλεμον πρὸ εἰρήνης αἱρέεται· ἐν μὲν γὰρ τῇ οἱ παῖδες τοὺς πατέρας θάπτουσι, ἐν δὲ τῷ οἱ πατέρες τοὺς παῖδας. ἀλλὰ ταῦτα δαίμοσί κου φίλον ἦν οὕτω γενέσθαι.”

ch. 88 1.88.1 μὲν ταῦτα ἔλεγε, Κῦρος δὲ αὐτὸν λύσας κατεῖσέ τε ἐγγὺς ἑωυτοῦ καὶ κάρτα ἐν πολλῇ προμηθίῃ εἶχε, ἀπεθώμαζέ τε ὁρέων καὶ αὐτὸς καὶ οἱ περὶ ἐκεῖνον ἐόντες πάντες. δὲ συννοίῃ ἐχόμενος ἥσυχος ἦν· 1.88.2 μετὰ δὲ ἐπιστραφείς τε καὶ ἰδόμενος τοὺς Πέρσας τὸ τῶν Λυδῶν ἄστυ κεραΐζοντας εἶπε· “ βασιλεῦ, κότερον λέγειν πρὸς σὲ τὰ νοέων τυγχάνω σιγᾶν ἐν τῷ παρεόντι χρή;” Κῦρος δέ μιν θαρσέοντα ἐκέλευε λέγειν τι βούλοιτο. δὲ αὐτὸν εἰρώτα λέγων· 1.88.3οὗτος πολλὸς ὅμιλος τί ταῦτα πολλῇ σπουδῇ ἐργάζεται;” δὲ εἶπε· “πόλιν τε τὴν σὴν διαρπάζει καὶ χρήματα τὰ σὰ διαφορέει.” Κροῖσος δὲ ἀμείβετο· “οὔτε πόλιν τὴν ἐμὴν οὔτε χρήματα τὰ ἐμὰ διαρπάζει· οὐδὲν γὰρ ἐμοὶ ἔτι τούτων μέτα· ἀλλὰ φέρουσί τε καὶ ἄγουσι τὰ σά.”



Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.].
<<Hdt. 1.86.6 Hdt. 1.88.1 (English) >>Hdt. 1.89.2

Powered by PhiloLogic